플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 4서 14장

προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν φιλαδελφίας παθῶν κρατῆσαι. 1

βασιλέως λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι· 2

ἱερᾶς καὶ ἐναρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας. 3

οὐδεὶς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν, οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν· 4

ἀλλὰ πάντες, ὥσπερ ἐπ ἀθανασίας ὁδὸν τρέχοντες, ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον. 5

καθάπερ γὰρ χεῖρες καὶ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται· οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον. 6

πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς· καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν, 7

οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν, τὸν τῶν βασάνων φόβον καταλύοντες. 8

νῦν ἡμεῖς ἀκούοντες τὴν θλίψιν τῶν νεανιῶν ἐκείνων, φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλ οὐδὲ μὸνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες, ἐκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις. 9

ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος τοῦ πυρὸς οὖσα δύναμις ταχέως διέλυσε τὰ σώματα. 10

Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε εἰ λογισμὸς περιεκράτησεν τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων. 11

μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφ ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας. 12

θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν τῆς φιλοτεκνίας στοργή, ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συνπάθειαν· 13

ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν πρὸς τὰ ἐξ αὐτῶν γεννώμενα συνπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις. 14

καὶ γὰρ τῶν πετεινῶν, τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν· 15

τὰ δὲ κατὰ τὰς κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας νοσσοποιησάμενα ἀποτίκτει, καὶ τὸν προσιόντα κωλύει· 16

εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ, ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθ ὃν δύναται τρόπον βοηθεῖ τοῖς τέκνοις. 17

καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συνπάθειαν; 18

ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας, καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν, καὶ ἐπαμύνονται ἕως θανάτου. 19

ἀλλ οὐχὶ τὴν Ἀβραὰμ ὁμόψυχον τῶν νεανιῶν μητέρα μετεκίνησεν συμπάθεια τέκνων. 20