플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 4서 13장

Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοί, συνομολογεῖται πανταχόθεν, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν εὐσεβὴς λογισμός. 1

ὥσπερ γὰρ οἱ τοῖς πάθεσιν δουλωθέντες ἐμιεροφάγησαν, ἐλέγομεν γὰρ αὐτοὺς τούτοις νενικῆσθαι· 2

νυνὶ δὲ οὐχ οὕτως· ἀλλὰ τῷ ἐπαινουμένῳ λογισμῷ παρὰ θεῷ περιεγένοντο τῶν παθῶν. 3

καὶ οὐκ ἔστιν παριδεῖν τὴν ἡγεμονίαν τῆς διανοίας· ἐπεκράτησαν γὰρ καὶ πάθους καὶ πόνων. 4

πῶς οὖν οὐκ ἔστιν τούτοις τὴν τῆς εὐλογιστίας παθοκρατίαν ὁμολογεῖν, οἳ τῶν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράφησαν; 5

καθάπερ γὰρ προβλῆτες λιμένων πύργοι τὰς κυμάτων ἀπειλὰς ἀνακόπτοντες, γαληνὸν παρέχουσιν τοῖς εἰσπλέουσιν τὸν ὅρμον· 6

οὕτως ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν. 7

ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες 8

Ἀδελφικῶς ἀποθάνοιμεν ἀδελφοὶ περὶ τοῦ νόμου· μιμησώμεθα τοὺς τρεῖς τοὺς ἐπὶ τῆς Συρίας νεανίσκους, οἳ τῆς ἰσοπάλιδος καμίνου κατεφρόνησαν. 9

μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβίας ἀπόδειξιν. 10

καὶ μέν Θάρρει, ἀδελφέ, ἔλεγεν· δέ Εὐγενῶς καρτέρησον. 11

δὲ ἔλεγεν Μνήσθητε πόθεν ἐστέ, τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν Ἰσαάκ. 12

εἷς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφορῶντες φαιδροὶ καὶ μάλα θαρραλέοι Ἑαυτούς, ἔλεγον, τῷ θεῷ ἀφιερώσομεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχάς, καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα. 13

μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖν. 14

μέγας γὰρ ψυχῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τὴν ἐντολὴν τοῦ θεοῦ. 15

καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατίᾳ. 16

οὕτως παθόντας ἡμᾶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν. 17

καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποσπωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι Μὴ καταισχύνῃς ἡμᾶς, ἀδελφέ, μηδὲ ψεύσῃ τοὺς προαποθανόντας. 18

Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἅπερ θεία καὶ πάνσοφος πρόνοια διὰ τῶν πατέρων τοῖς γεννωμένοις ἐμέρισεν, καὶ διὰ τῆς μητρῴας φυτεύσασα γαστρός· 19

ἐν τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες, καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες, 20

καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνων, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφ οὗ συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί· 21

καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδίας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως. 22

οὕτως δὴ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συνπαθέστερον ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. 23

νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετάς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐφ αὑτοὺς ἤγαγον. 24

γὰρ ὁμοζηλία τῆς καλοκἀγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν· 25

σὺν γὰρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν. 26

ἀλλ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολελιμμένοι τοὺς καταικιζομένους ὁρῶντες μέχρι θανάτου βασανιζομένους. 27