ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὡς ὅτε ἔμελλεν καὶ αὐτὴ συλλαμβάνεσθαι πρὸς θάνατον, ἵνα μὴ ψαύσειέν τι τοῦ σώματος αὐτῆς, ἑαυτὴν ἔρριψεν κατὰ τῆς πυρᾶς. 1
Ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν, καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ, καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα. 2
καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοῦ στύλου τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινῶς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν. 3
θάρρει τοιγαροῦν, ὦ μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς γενναίως ἔχουσα πρὸς θεόν. 4
οὐχ οὕτω σελήνη κατ᾽ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν, ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεῷ, καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς. 5
ἦν γὰρ ἡ παιδοποιία σου ἀπὸ Ἀβραὰμ τοῦ παιδός. 6
Εἰ δὲ ἐξὸν ἡμῖν ἦν, ὥσπερ τινός, ζωγραφῆσαι τὴν τῆς ἱστορίας σου εὐσέβειαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων δι᾽ εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν; 7
καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα 8
Ἐνταῦθα γέρων ἱερεὺς, καὶ γυνὴ γεραιά, καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου Βίαν, τὴν Ἐβραίων πολιτίαν καταλῦσαι θέλοντος. 9
οἳ καὶ ἐξεδίκησαν τὸ ἔθνος εἰς θεὸν ἀφορῶντες, καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες. 10
ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι᾽ αὐτῶν γεγενημένος. 11
ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι᾽ ὑπομονῆς δοκιμάζουσα· τὸ νῖκος ἐν ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ. 12
Ἐλεαζὰρ δὲ προηγωνίζετο· ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει· οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο· 13
ὁ τύραννος ἀντηγωνίζετο· ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει· 14
θεοσέβεια δὲ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα. 15
τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς ἀληθείας νομοθεσίας ἀθλητάς; τίνες οὐκ ἐξεπλάγησαν; 16
Αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν, 17
δι᾽ ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ, καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα· 18
καὶ γάρ φησιν ὁ Μωσῆς Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. 19
καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον οὖν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι᾽ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι, 20
καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι· 21
ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν, ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσεν. 22
πρὸς γὰρ τὴν ἀνδρίαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδιγμα τὴν ἐκείνων ὑπομονήν· 23
ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους. 24