플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 4서 18장

τῶν Ἀβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλεῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε· 1

γινώσκοντες ὅτι τῶν παθῶν δεσπότης ἐστὶν εὐσεβὴς λογισμός, καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων· 2

ἀνθ ὧν διὰ τὴν εὐσέβειαν προιέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι, οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν. 3

καὶ δι αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους. 4

καὶ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἰεροσολυμείτας ἀλλοφυλῆσαι, καὶ τῶν πατρίων ἐθνῶν ἐκδιαιτηθῆναι, 5

τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἰεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας. Ἔλεγεν δὲ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα δικαία τοῖς τέκνοις 6

ὅτι Ἐγὼ ἐγενήθην παρθένος ἁγνή, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν. 7

οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις· ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί. 8

τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν πατήρ. μακάριος μὲν ἐκεῖνος· τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν· 9

ὃς ἐδίδασκεν ὑμᾶς, ἔτι ὢν σὺν ἡμῖν, τὸν νόμον καὶ τοὺς προφήτας. 10

τὸν ἀναιρεθέντα Ἅβελ ὑπὸ Κάιν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαρπούμενον Ἰσαάκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ· 11

ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές, ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ἁνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· 12

ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιήλ, ὃν καὶ ἐμακάριζεν· 13

ὑπεμίμνησκεν δὲ ὑμᾶς τὴν Ἠσαίου γραφὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε. 14

τὸν ὑμνογράφον ἐμελῴδει ἡμῖν Δαυεὶδ τὸν λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. 15

τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα Ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα. 16

τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα; 17

ᾠδὴν μὲν γὰρ ἣν ἐδίδαξεν Μωσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω. 18

Αὕτη ζωὴ ὑμῶν καὶ μακαριότης τῶν ἡμερῶν. 19

πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε πικρὸς Ἑλλήνων τύραννος πῦρ φλέξας λέβησιν ὠμοῖς, καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἀβραμίτιδος, 20

τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν. 21

ὑπὲρ ὧν θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα. 22

οἱ δὲ Ἀβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χῶρον συναγελάζονται, ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ· 23

δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 24